Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.159 Joseph. AJ 7.163 (English) >>Joseph. AJ 7.167

7.161αὐτὸς δὲ τὸν τοῦ βασιλέως τῶν Ἀμμανιτῶν λαμβάνει στέφανον ἕλκοντα χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος· ἐφόρει δʼ αὐτὸν ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα εὗρεν ἐν τῇ πόλει· τοὺς δʼ ἄνδρας αἰκισάμενος διέφθειρε. ταὐτὰ δὲ καὶ τὰς ἄλλας τῶν Ἀμμανιτῶν πόλεις διέθηκεν ἑλὼν αὐτὰς κατὰ κράτος. 7.162

Ἀναστρέψαντος δὲ εἰς Ἱεροσόλυμα τοῦ βασιλέως πταῖσμα αὐτοῦ τὴν οἰκίαν ἐξ αἰτίας τοιαύτης καταλαμβάνει· θυγάτηρ γὰρ ἦν αὐτῷ παρθένος μὲν ἔτι τὸ δὲ κάλλος εὐπρεπής, ὡς ἁπάσας ὑπερβάλλειν τὰς εὐμορφοτάτας γυναῖκας, Θήμαρ ὄνομα, τῆς δʼ αὐτῆς Ἀψαλώμῳ μητρὸς κεκοινωνηκυῖα. 7.163ταύτης πρεσβύτατος τῶν Δαυίδου παίδων Ἀμνὼν ἐρασθείς, ὡς οὔτε διὰ τὴν παρθενίαν αὐτῆς οὔτε διὰ τὴν φυλακὴν τυχεῖν τῆς ἐπιθυμίας ἐδύνατο χαλεπῶς διέκειτο, καὶ τό τε σῶμα τῆς ὀδύνης αὐτὸν κατεσθιούσης κατισχναίνετο καὶ τὴν χρόαν μετέβαλλε. 7.164δῆλος δὲ γίνεται ταῦτα πάσχων Ἰωνάθῃ τινὶ συγγενεῖ καὶ φίλῳ· συνετὸς δʼ ἦν οὗτος ἐν τοῖς μάλιστα καὶ τὴν διάνοιαν ὀξύς. ὁρῶν οὖν καθʼ ἑκάστην πρωίαν τὸν Ἀμνῶνα μὴ κατὰ φύσιν ἔχοντα τῷ σώματι προσελθὼν ἠρώτα φράσαι τὴν αἰτίαν αὐτῷ, εἰκάζειν μέντοι γε οὕτως ἔλεγεν ἐξ ἐρωτικῆς αὐτὸν ἔχειν ἐπιθυμίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.159 Joseph. AJ 7.163 (English) >>Joseph. AJ 7.167

Powered by PhiloLogic